Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.242 Dem. 18.246 (English) >>Dem. 18.248

18.244οὐ τοίνυν οὐδὲ τὴν ἧτταν, εἰ ταύτῃ γαυριᾷς ἐφʼ στένειν σʼ, κατάρατε, προσῆκεν, ἐν οὐδενὶ τῶν παρʼ ἐμοὶ γεγονυῖαν εὑρήσετε τῇ πόλει. οὑτωσὶ δὲ λογίζεσθε. οὐδαμοῦ πώποθʼ, ὅποι πρεσβευτὴς ἐπέμφθην ὑφʼ ὑμῶν ἐγώ, ἡττηθεὶς ἀπῆλθον τῶν παρὰ Φιλίππου πρέσβεων, οὐκ ἐκ Θετταλίας οὐδʼ ἐξ Ἀμβρακίας, οὐκ ἐξ Ἰλλυριῶν οὐδὲ παρὰ τῶν Θρᾳκῶν βασιλέων, οὐκ ἐκ Βυζαντίου, οὐκ ἄλλοθεν οὐδαμόθεν, οὐ τὰ τελευταῖʼ ἐκ Θηβῶν, ἀλλʼ ἐν οἷς κρατηθεῖεν οἱ πρέσβεις αὐτοῦ τῷ λόγῳ, ταῦτα τοῖς ὅπλοις ἐπιὼν κατεστρέφετο. 18.245ταῦτʼ οὖν ἀπαιτεῖς παρʼ ἐμοῦ, καὶ οὐκ αἰσχύνει τὸν αὐτὸν εἴς τε μαλακίαν σκώπτων καὶ τῆς Φιλίππου δυνάμεως ἀξιῶν ἕνʼ ὄντα κρείττω γενέσθαι; καὶ ταῦτα τοῖς λόγοις; τίνος γὰρ ἄλλου κύριος ἦν ἐγώ; οὐ γὰρ τῆς γʼ ἑκάστου ψυχῆς, οὐδὲ τῆς τύχης τῶν παραταξαμένων, οὐδὲ τῆς στρατηγίας, ἧς ἔμʼ ἀπαιτεῖς εὐθύνας· οὕτω σκαιὸς εἶ. 18.246ἀλλὰ μὴν ὧν γʼ ἂν ῥήτωρ ὑπεύθυνος εἴη, πᾶσαν ἐξέτασιν λαμβάνετε· οὐ παραιτοῦμαι. τίνʼ οὖν ἐστι ταῦτα; ἰδεῖν τὰ πράγματʼ ἀρχόμενα καὶ προαισθέσθαι καὶ προειπεῖν τοῖς ἄλλοις. ταῦτα πέπρακταί μοι. καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας, ὄκνους, ἀγνοίας, φιλονικίας, πολιτικὰ ταῖς πόλεσιν πρόσεστιν ἁπάσαις καὶ ἀναγκαῖʼ ἁμαρτήματα, ταῦθʼ ὡς εἰς ἐλάχιστα συστεῖλαι, καὶ τοὐναντίον εἰς ὁμόνοιαν καὶ φιλίαν καὶ τὴν τοῦ τὰ δέοντα ποιεῖν ὁρμὴν προτρέψαι. καὶ ταῦτά μοι πάντα πεποίηται, καὶ οὐδεὶς μήποθʼ εὕρῃ κατʼ ἔμʼ οὐδὲν ἐλλειφθέν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.242 Dem. 18.246 (English) >>Dem. 18.248

Powered by PhiloLogic